Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μὰ Δία. δεῖ γὰρ πρῶτα
Βλεψίδημος
  1. τί;
Χρεμύλος
  1. βλέψαι ποιῆσαι νώ—
Βλεψίδημος
  1. τίνα βλέψαι; φράσον.
Χρεμύλος
  1. τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
Βλεψίδημος
  1. τυφλὸς γὰρ ὄντως ἐστί;
Χρεμύλος
  1. νὴ τὸν οὐρανόν.
Βλεψίδημος
  1. οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.
Χρεμύλος
  1. ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
Βλεψίδημος
  1. οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
Χρεμύλος
  1. τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
  2. οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.
Βλεψίδημος
  1. σκοπῶμεν.
Χρεμύλος
  1. ἀλλʼ οὐκ ἔστιν.
Βλεψίδημος
  1. οὐδ ἐμοὶ δοκεῖ.
Χρεμύλος
  1. μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμην
  2. ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ