Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
- σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος
- ζητεῖς μεταλαβεῖν.
- μεταλαβεῖν ζητῶ; τίνος;
- τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.
- μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;
- κακοδαιμονᾷς.
- ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;
- ουʼ δῆτʼ ἔγωγʼ.
- ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
- τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
- κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
- ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ
- ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
- τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
- καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
- τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.