Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον
- ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
- καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς
- τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου.
- οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
- ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
- ἀπαρτὶ πλουτῆσαι ποιήσω.
- τί σὺ λέγεις;
- οὕτω πάνυ πολλὰ κέκλοφας;
- οἴμοι τῶν κακῶν,
- ἀπολεῖς.
- σὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς.
- ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ
- ἔχω.
- σὺ Πλοῦτον; ποῖον;
- αὐτὸν τὸν θεόν.
- καὶ ποῦ ʼστιν;