Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
- οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι
- πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου.
- πῶς οὐδὲν ὑγιές;
- εἴ τι κεκλοφὼς νὴ Δία
- ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
- παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.
- Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.
- παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς.
- σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.
- φεῦ,
- ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
- ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
- οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.
- ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων.
- μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
- ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,