Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
- ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
- ἔστιν δέ μοι τοῦτʼ αὐτὸ θαυμάσιον, ὅπως
- χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
- οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.
- ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺς
- ὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν,
- ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.
- γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
- ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.
- ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
- ποῖός τις;
- οἷος;
- λέγʼ ἀνύσας ὅ τι φῄς ποτε.
- ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·
- ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
- τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον