Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὦ δέσποτʼ, ἀλλά σοι παρέξω πράγματα.
- οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.
- μὰ Δίʼ ἀλλʼ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
- ἵνα μᾶλλον ἀλγῇς.
- λῆρος· οὐ γὰρ παύσομαι
- πρὶν ἂν φράσῃς μοι τίς ποτʼ ἐστὶν οὑτοσί·
- εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.
- ἀλλʼ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν
- πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
- ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
- κακῶς ἔπραττον καὶ πένης ἦν·
- οἶδά τοι.
- ἕτεροι δʼ ἐπλούτουν ἱερόσυλοι ῥήτορες
- καὶ συκοφάνται καὶ πονηροί·
- πείθομαι.
- ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
- τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν