Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.
Χρεμύλος
  1. χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
  2. ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·
  3. ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε
  4. καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
  5. ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
  6. ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
Χορός
  1. θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.
  2. δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
  3. ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ,
  4. αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
Χρεμύλος
  1. καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
  2. προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος
  3. ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
Βλεψίδημος
  1. τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη; πόθεν καὶ τίνι τρόπῳ
  2. Χρεμύλος πεπλούτηκʼ ἐξαπίνης; οὐ πείθομαι.
  3. καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺς