Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε
- καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
- ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
- ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
- θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.
- δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
- ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ,
- αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
- καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
- προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος
- ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
- τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη; πόθεν καὶ τίνι τρόπῳ
- Χρεμύλος πεπλούτηκʼ ἐξαπίνης; οὐ πείθομαι.
- καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
- ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
- ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
- ἔστιν δέ μοι τοῦτʼ αὐτὸ θαυμάσιον, ὅπως
- χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
- οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.
- ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺς