Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν,
  2. ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.
Βλεψίδημος
  1. γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
Χρεμύλος
  1. ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.
  2. ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
Βλεψίδημος
  1. ποῖός τις;
Χρεμύλος
  1. οἷος;
Βλεψίδημος
  1. λέγʼ ἀνύσας ὅ τι φῄς ποτε.
Χρεμύλος
  1. ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·
  2. ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
Βλεψίδημος
  1. τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
  2. καί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
  3. οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι
  4. πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου.
Χρεμύλος
  1. πῶς οὐδὲν ὑγιές;
Βλεψίδημος
  1. εἴ τι κεκλοφὼς νὴ Δία
  2. ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
  3. παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.
Χρεμύλος
  1. Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Βλεψίδημος
  1. παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς.