Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔπεισεν ὡς ὄντας κάπρους
  2. μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δʼ ἔματτεν αὐτοῖς,
  3. μιμήσομαι πάντας τρόπους·
  4. ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
  5. ἕπεσθε μητρὶ χοῖροι.
Χορός
  1. οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν
  2. καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους
  3. λαβόντες ὑπὸ φιληδίας
  4. τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
  5. μινθώσομέν θʼ ὥσπερ τράγου
  6. τὴν ῥῖνα· σὺ δʼ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
  7. ἕπεσθε μητρὶ χοῖροι.
Καρίων
  1. ἀλλʼ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
  2. ὑμεῖς ἐπʼ ἄλλʼ εἶδος τρέπεσθʼ,
  3. ἐγὼ δʼ ἰὼν ἤδη λάθρᾳ
  4. βουλήσομαι τοῦ δεσπότου
  5. λαβών τινʼ ἄρτον καὶ κρέας
  6. μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.
Χρεμύλος
  1. χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
  2. ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·