Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
- ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.
- ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;
- νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε.
- ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
- ὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ.
- καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
- μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
- ὑμᾶς ἄγειν. ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες
- βληχώμενοί τε προβατίων
- αἰγῶν τε κιναβρώντων μέλη
- ἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε.
- ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
- βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
- πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶντα
- ἡγούμενον τοῖς προβατίοις,
- εἰκῇ δὲ καταδαρθόντα που
- μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.
- ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν,
- ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳ