Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.
Χορός
  1. ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν;
Καρίων
  1. ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροι
  2. ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν·
  3. οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.
Χορός
  1. ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.
  2. δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.
Καρίων
  1. πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν.
Χορός
  1. μῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναι
  2. ἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;
Καρίων
  1. πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
  2. ἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν;
Χορός
  1. ὡς σεμνὸς οὑπίτριπτος· αἱ κνῆμαι δέ σου βοῶσιν
  2. ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
Καρίων
  1. ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
  2. σὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.
Χορός
  1. διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
  2. ὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν,
  3. οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
  4. δεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.