Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.
Καρίων
  1. πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν.
Χορός
  1. μῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναι
  2. ἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;
Καρίων
  1. πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
  2. ἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν;
Χορός
  1. ὡς σεμνὸς οὑπίτριπτος· αἱ κνῆμαι δέ σου βοῶσιν
  2. ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
Καρίων
  1. ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
  2. σὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.
Χορός
  1. διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
  2. ὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν,
  3. οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
  4. δεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.
Καρίων
  1. ἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
  2. ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.
Χορός
  1. ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;