Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
Καρίων
  1. ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
  2. ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
  3. ἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,
  4. ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν.
Χορός
  1. οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
  2. ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
  3. σὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
  4. ὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.
Καρίων
  1. οὔκουν πάλαι δήπου λέγω; σὺ δʼ αὐτὸς οὐκ ἀκούεις.
  2. ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
  3. ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.
Χορός
  1. ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν;
Καρίων
  1. ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροι
  2. ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν·
  3. οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.
Χορός
  1. ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.