Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε.
Χορός
  1. ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
  2. ὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ.
Καρίων
  1. καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
  2. μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
  3. ὑμᾶς ἄγειν. ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες
  4. βληχώμενοί τε προβατίων
  5. αἰγῶν τε κιναβρώντων μέλη
  6. ἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε.
Χορός
  1. ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
  2. βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
  3. πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶντα
  4. ἡγούμενον τοῖς προβατίοις,
  5. εἰκῇ δὲ καταδαρθόντα που
  6. μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.
Καρίων
  1. ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν,
  2. ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳ