Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
- μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
- ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί,
- χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
- πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.
- ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
- καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
- ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
- πείθομαι.
- τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
- ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
- ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
- ἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,
- ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν.
- οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
- ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
- σὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
- ὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.
- οὔκουν πάλαι δήπου λέγω; σὺ δʼ αὐτὸς οὐκ ἀκούεις.
- ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας