Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε.
- ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
- εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·
- κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
- αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,
- ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε.
- ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω,
- πόρναισι καὶ κύβοισι παραβεβλημένος
- γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
- μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
- ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί,
- χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
- πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.
- ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
- καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
- ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
- πείθομαι.