Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους.
- οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
- ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών—
- τί δρῶ; λέγε.
- τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσως
- ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
- ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
- ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.
- καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιον
- τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
- ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε.
- σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων
- εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκία
- αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον
- μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.
- ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
- εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ·