Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα·
- εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.
- μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ
- ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
- βλέποντʼ ἀποδείξω σʼ ὀξύτερον τοῦ Λυγκέως.
- πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;
- ἔχω τινʼ ἀγαθὴν ἐλπίδʼ ἐξ ὧν εἶπέ μοι
- ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.
- κἀκεῖνος οὖν σύνοιδε ταῦτα;
- φήμʼ ἐγώ.
- ὁρᾶτε.
- μὴ φρόντιζε μηδὲν ὦγαθέ.
- ἐγὼ γάρ, εὖ τοῦτʼ ἴσθι, κεἰ δεῖ μʼ ἀποθανεῖν,
- αὐτὸς διαπράξω ταῦτα.
- κἂν βούλῃ γʼ, ἐγώ.
- πολλοὶ δʼ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
- ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.