Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- στρατηγίας
- φακῆς·
- σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε.
- ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
- πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·
- κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται,
- ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.
- εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·
- πλὴν ἓν μόνον δέδοικα.
- φράζε τοῦ πέρι;
- ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
- ἔχειν με, ταύτης δεσπότης γενήσομαι.
- νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
- δειλότατόν ἐσθʼ ὁ Πλοῦτος.
- ἥκιστʼ, ἀλλά με
- τοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτε
- οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,