Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἢν γὰρ τὰ βέλτισθʼ ὁ θεράπων λέξας τύχῃ,
- δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
- μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
- τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
- κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
- καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,
- ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
- μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
- ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
- μελαγχολῶντʼ ἀπέπεμψέ μου τὸν δεσπότην,
- ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
- τοὐναντίον δρῶν ἢ προσῆκʼ αὐτῷ ποιεῖν.
- οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
- οὗτος δʼ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
- καὶ ταῦτʼ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ.
- ἐγὼ μὲν οὖν οὐκ ἔσθʼ ὅπως σιγήσομαι,
- ἢν μὴ φράσῃς ὅ τι τῷδʼ ἀκολουθοῦμέν ποτε