Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι.
Καρίων
  1. κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
  2. ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον.
Πλοῦτος
  1. ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν;
Χρεμύλος
  1. καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·
  2. ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε.
  3. τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
  4. ἔρωτος
Καρίων
  1. ἄρτων
Χρεμύλος
  1. μουσικῆς
Καρίων
  1. τραγημάτων
Χρεμύλος
  1. τιμῆς
Καρίων
  1. πλακούντων
Χρεμύλος
  1. ἀνδραγαθίας
Καρίων
  1. ἰσχάδων
Χρεμύλος
  1. φιλοτιμίας
Καρίων
  1. μάζης