Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὁ δέ γε πωλεῖ κρόμμυα·
Χρεμύλος
  1. ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
Πλοῦτος
  1. οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.
Καρίων
  1. μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;
Χρεμύλος
  1. ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται;
Καρίων
  1. τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.
Χρεμύλος
  1. τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;
Καρίων
  1. ὁ Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται;
Χρεμύλος
  1. ὁ βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου;
Καρίων
  1. Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται;
Χρεμύλος
  1. Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει;
Καρίων
  1. ἡ ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;
Χρεμύλος
  1. ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;
Καρίων
  1. ὁ Τιμοθέου δὲ πύργος—
Χρεμύλος
  1. ἐμπέσοι γέ σοι.
  2. τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται;
  3. μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος