Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
  2. οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
Χρεμύλος
  1. οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ
  2. αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
Καρίων
  1. τί δαί;
Χρεμύλος
  1. ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.
Καρίων
  1. αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
  2. ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
Χρεμύλος
  1. τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
  2. ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα.
  3. ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος·
Καρίων
  1. ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται·
Χρεμύλος
  1. ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών·
Καρίων
  1. ὁ δὲ λωποδυτεῖ γε νὴ Δίʼ, ὁ δὲ τοιχωρυχεῖ·
Χρεμύλος
  1. ὁ δὲ γναφεύει γʼ·
Καρίων
  1. ὁ δέ γε πλύνει κῴδια·
Χρεμύλος
  1. ὁ δὲ βυρσοδεψεῖ γʼ·