Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μὴ βουλομένου σοῦ.
- πῶς;
- ὅπως; οὐκ ἔσθʼ ὅπως
- ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
- αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς
- τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
- τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;
- φήμʼ ἐγώ.
- καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν
- ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
- ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα.
- ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
- δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
- καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας,
- ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
- οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
- τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.