Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔχʼ ἥσυχος.
- ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
- μεῖζον δυνάμενον.
- ἐμὲ σύ;
- νὴ τὸν οὐρανόν.
- αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν;
- διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ.
- φέρε
- τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ;
- ὁδί.
- θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί;
- καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
- οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
- παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν;
- ὅτι τί δή;
- ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
- οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν,