Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. νὴ τὸν οὐρανόν.
  2. αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν;
Καρίων
  1. διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ.
Χρεμύλος
  1. φέρε
  2. τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ;
Καρίων
  1. ὁδί.
Χρεμύλος
  1. θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί;
Καρίων
  1. καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
Χρεμύλος
  1. οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
  2. παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν;
Πλοῦτος
  1. ὅτι τί δή;
Χρεμύλος
  1. ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
  2. οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν,
  3. μὴ βουλομένου σοῦ.
Πλοῦτος
  1. πῶς;
Χρεμύλος
  1. ὅπως; οὐκ ἔσθʼ ὅπως
  2. ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
  3. αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς
  4. τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
Πλοῦτος
  1. τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;