Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- φήμʼ ἐγώ.
- καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν
- ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
- ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα.
- ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
- δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
- καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας,
- ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
- οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
- τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
- καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
- οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
- οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ
- αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
- τί δαί;
- ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.
- αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
- ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
- τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
- ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα.