Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
  2. βλέψαι ποιήσας.
Πλοῦτος
  1. μηδαμῶς τοῦτʼ ἐργάσῃ.
  2. οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
Χρεμύλος
  1. τί φῄς;
Καρίων
  1. ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
Πλοῦτος
  1. ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ†
  2. πύθοιτʼ ἂν ἐπιτρίψειε.
Χρεμύλος
  1. νῦν δʼ οὐ τοῦτο δρᾷ,
  2. ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
Πλοῦτος
  1. οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.
Χρεμύλος
  1. ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
  2. οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
  3. καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
  4. ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
Πλοῦτος
  1. ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ.
Χρεμύλος
  1. ἔχʼ ἥσυχος.
  2. ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
  3. μεῖζον δυνάμενον.
Πλοῦτος
  1. ἐμὲ σύ;