Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις
  2. κἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς
  3. θύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται,
  4. πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.
Χρεμύλος
  1. οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;
Ἱερεύς
  1. τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
  2. χαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.
Χρεμύλος
  1. θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
  2. ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
  3. αὐτόματος ἥκων.
Ἱερεύς
  1. πάντʼ ἀγαθὰ τοίνυν λέγεις.
Χρεμύλος
  1. ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε
  2. τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
  3. τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
  4. ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
  5. ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ.
Ἱερεύς
  1. πάνυ μὲν οὖν