Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.
- οὐκοῦν ἐπὶ τούτοις εἰσίω;
- καὶ πλῦνέ γε
- αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
- ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς.
- τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;
- τί δʼ ἔστιν ὦ βέλτιστε;
- τί γὰρ ἀλλʼ ἢ κακῶς;
- ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
- ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
- καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.
- ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;
- θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.
- τίνος οὕνεκα;
- ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε,
- ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος
- ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν