Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δρᾶν ταῦτα χρή.
Χρεμύλος
  1. τὸν Πλοῦτον ἔξω τις κάλει.
Γραῦς
  1. ἐγὼ δὲ τί ποιῶ;
Χρεμύλος
  1. τὰς χύτρας, αἷς τὸν θεὸν
  2. ἱδρυσόμεθα, λαβοῦσʼ ἐπὶ τῆς κεφαλῆς φέρε
  3. σεμνῶς· ἔχουσα δʼ ἦλθες αὐτὴ ποικίλα.
Γραῦς
  1. ὧν δʼ οὕνεκʼ ἦλθον;
Χρεμύλος
  1. πάντα σοι πεπράξεται.
  2. ἥξει γὰρ ὁ νεανίσκος ὡς σʼ εἰς ἑσπέραν.
Γραῦς
  1. ἀλλʼ εἴ γε μέντοι νὴ Δίʼ ἐγγυᾷ σύ μοι
  2. ἥξειν ἐκεῖνον ὡς ἔμʼ, οἴσω τὰς χύτρας.
Χρεμύλος
  1. καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
  2. αὗται ποιοῦσι· ταῖς μὲν ἄλλαις γὰρ χύτραις
  3. ἡ γραῦς ἔπεστʼ ἀνωτάτω, ταύτης δὲ νῦν
  4. τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.
Χορός
  1. οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδʼ ἡμᾶς, ἀλλʼ ἀναχωρεῖν
  2. ἐς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.