Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε,
- ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος
- ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν
- δίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις
- κἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς
- θύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται,
- πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.
- οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;
- τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
- χαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.
- θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
- ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
- αὐτόματος ἥκων.
- πάντʼ ἀγαθὰ τοίνυν λέγεις.
- ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε
- τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
- τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
- ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
- ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ.
- πάνυ μὲν οὖν