Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτʼ ἐρεῖς;
  2. Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον
  3. ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.
Καρίων
  1. ὡς ἀγαθόν ἐστʼ ἐπωνυμίας πολλὰς ἔχειν·
  2. οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.
  3. οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ
  4. σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.
Ἑρμῆς
  1. οὐκοῦν ἐπὶ τούτοις εἰσίω;
Καρίων
  1. καὶ πλῦνέ γε
  2. αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
  3. ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς.
Χοροῦ
Ἱερεύς
  1. τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;
Χρεμύλος
  1. τί δʼ ἔστιν ὦ βέλτιστε;
Ἱερεύς
  1. τί γὰρ ἀλλʼ ἢ κακῶς;
  2. ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
  3. ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
  4. καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.
Χρεμύλος
  1. ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;
Ἱερεύς
  1. θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.
Χρεμύλος
  1. τίνος οὕνεκα;