Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.
Καρίων
  1. στροφαῖον; ἀλλʼ οὐκ ἔργον ἔστʼ οὐδὲν στροφῶν.
Ἑρμῆς
  1. ἀλλʼ ἐμπολαῖον.
Καρίων
  1. ἀλλὰ πλουτοῦμεν· τί οὖν
  2. Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;
Ἑρμῆς
  1. ἀλλὰ δόλιον τοίνυν.
Καρίων
  1. δόλιον; ἥκιστά γε·
  2. οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλʼ ἁπλῶν τρόπων.
Ἑρμῆς
  1. ἀλλʼ ἡγεμόνιον.
Καρίων
  1. ἀλλʼ ὁ θεὸς ἤδη βλέπει,
  2. ὥσθʼ ἡγεμόνος οὐδὲν δεησόμεσθʼ ἔτι.
Ἑρμῆς
  1. ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτʼ ἐρεῖς;
  2. Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον
  3. ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.
Καρίων
  1. ὡς ἀγαθόν ἐστʼ ἐπωνυμίας πολλὰς ἔχειν·
  2. οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.
  3. οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ