Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
  2. ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.
Ἑρμῆς
  1. μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
  2. ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.
Καρίων
  1. ἔπειτʼ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;
Ἑρμῆς
  1. τὰ γὰρ παρʼ ὑμῖν ἐστι βελτίω πολύ.
Καρίων
  1. τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;
Ἑρμῆς
  1. πατρὶς γάρ ἐστι πᾶσʼ ἵνʼ ἂν πράττῃ τις εὖ.
Καρίων
  1. τί δῆτʼ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδʼ ὤν;
Ἑρμῆς
  1. παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.
Καρίων
  1. στροφαῖον; ἀλλʼ οὐκ ἔργον ἔστʼ οὐδὲν στροφῶν.
Ἑρμῆς
  1. ἀλλʼ ἐμπολαῖον.
Καρίων
  1. ἀλλὰ πλουτοῦμεν· τί οὖν
  2. Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;
Ἑρμῆς
  1. ἀλλὰ δόλιον τοίνυν.
Καρίων
  1. δόλιον; ἥκιστά γε·
  2. οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλʼ ἁπλῶν τρόπων.
Ἑρμῆς
  1. ἀλλʼ ἡγεμόνιον.
Καρίων
  1. ἀλλʼ ὁ θεὸς ἤδη βλέπει,
  2. ὥσθʼ ἡγεμόνος οὐδὲν δεησόμεσθʼ ἔτι.