Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν
  2. ὧν θύεθʼ ὑμεῖς ἔνδον.
Καρίων
  1. ἀλλʼ οὐκ ἐκφορά.
Ἑρμῆς
  1. καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου
  2. ὑφέλοιʼ, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.
Καρίων
  1. ἐφʼ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.
  2. ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.
Ἑρμῆς
  1. ἔπειτα τοῦτόν γʼ αὐτὸς ἂν κατήσθιες.
Καρίων
  1. οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
  2. ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.
Ἑρμῆς
  1. μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
  2. ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.
Καρίων
  1. ἔπειτʼ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;
Ἑρμῆς
  1. τὰ γὰρ παρʼ ὑμῖν ἐστι βελτίω πολύ.
Καρίων
  1. τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;
Ἑρμῆς
  1. πατρὶς γάρ ἐστι πᾶσʼ ἵνʼ ἂν πράττῃ τις εὖ.
Καρίων
  1. τί δῆτʼ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδʼ ὤν;