Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οἴμοι τάλας,
  2. οἴμοι πλακοῦντος τοῦ νʼ τετράδι πεπεμμένου.
Καρίων
  1. ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.
Ἑρμῆς
  1. οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.
Καρίων
  1. ἀσκωλίαζʼ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.
Ἑρμῆς
  1. σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.
Καρίων
  1. ὀδύνη σε περὶ τὰ σπλάγχνʼ ἔοικέ τι στρέφειν.
Ἑρμῆς
  1. οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.
Καρίων
  1. ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.
Ἑρμῆς
  1. ἆρʼ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;
Καρίων
  1. εἴ του δέει γʼ ὧν δυνατός εἰμί σʼ ὠφελεῖν.
Ἑρμῆς
  1. εἴ μοι πορίσας ἄρτον τινʼ εὖ πεπεμμένον
  2. δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν
  3. ὧν θύεθʼ ὑμεῖς ἔνδον.
Καρίων
  1. ἀλλʼ οὐκ ἐκφορά.
Ἑρμῆς
  1. καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου
  2. ὑφέλοιʼ, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.
Καρίων
  1. ἐφʼ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.
  2. ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.
Ἑρμῆς
  1. ἔπειτα τοῦτόν γʼ αὐτὸς ἂν κατήσθιες.