Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- πάντʼ ἀγάθʼ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι
- ἰσχάδας, ὅσʼ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·
- νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.
- οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν
- ἐνίοτε τοιαῦτʼ ἀγάθʼ ἔχων;
- οἴμοι τάλας,
- οἴμοι πλακοῦντος τοῦ νʼ τετράδι πεπεμμένου.
- ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.
- οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.
- ἀσκωλίαζʼ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.
- σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.
- ὀδύνη σε περὶ τὰ σπλάγχνʼ ἔοικέ τι στρέφειν.
- οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.
- ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.
- ἆρʼ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;
- εἴ του δέει γʼ ὧν δυνατός εἰμί σʼ ὠφελεῖν.
- εἴ μοι πορίσας ἄρτον τινʼ εὖ πεπεμμένον