Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.
- ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.
- ἀτὰρ διὰ τί δὴ ταῦτʼ ἐπιβουλεύει ποιεῖν
- ἡμᾶς;
- ὁτιὴ δεινότατα πάντων πραγμάτων
- εἴργασθʼ. ἀφʼ οὗ γὰρ ἤρξατʼ ἐξ ἀρχῆς βλέπειν
- ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
- οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλʼ οὐδὲ ἓν
- ἡμῖν ἔτι θύει τοῖς θεοῖς.
- μὰ Δίʼ οὐδέ γε
- θύσει. κακῶς γὰρ ἐπεμελεῖσθʼ ἡμῶν τότε.
- καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
- ἐγὼ δʼ ἀπόλωλα κἀπιτέτριμμαι.
- σωφρονεῖς.
- πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν
- πάντʼ ἀγάθʼ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι
- ἰσχάδας, ὅσʼ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·
- νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.
- οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν
- ἐνίοτε τοιαῦτʼ ἀγάθʼ ἔχων;