Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὁ Ζεὺς ὦ πόνηρε βούλεται
  2. ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον
  3. ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.
Καρίων
  1. ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.
  2. ἀτὰρ διὰ τί δὴ ταῦτʼ ἐπιβουλεύει ποιεῖν
  3. ἡμᾶς;
Ἑρμῆς
  1. ὁτιὴ δεινότατα πάντων πραγμάτων
  2. εἴργασθʼ. ἀφʼ οὗ γὰρ ἤρξατʼ ἐξ ἀρχῆς βλέπειν
  3. ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
  4. οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλʼ οὐδὲ ἓν
  5. ἡμῖν ἔτι θύει τοῖς θεοῖς.
Καρίων
  1. μὰ Δίʼ οὐδέ γε
  2. θύσει. κακῶς γὰρ ἐπεμελεῖσθʼ ἡμῶν τότε.
Ἑρμῆς
  1. καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
  2. ἐγὼ δʼ ἀπόλωλα κἀπιτέτριμμαι.
Καρίων
  1. σωφρονεῖς.
Ἑρμῆς
  1. πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν