Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.
- βάδιζʼ· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.
- ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον
- ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.
- τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
- οὐδεὶς ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον
- φθεγγόμενον ἄλλως κλαυσιᾷ.
- σέ τοι λέγω,
- ὁ Καρίων, ἀνάμεινον.
- οὗτος εἰπέ μοι,
- σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;
- μὰ Δίʼ ἀλλʼ ἔμελλον· εἶτʼ ἀνέῳξάς με φθάσας.
- ἀλλʼ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
- ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
- ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,
- ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.
- εἰπέ μοι,
- τί δʼ ἔστιν;
- ὁ Ζεὺς ὦ πόνηρε βούλεται
- ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον