Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. βάδιζʼ· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.
Χρεμύλος
  1. ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον
  2. ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.
Χοροῦ
Καρίων
  1. τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
  2. οὐδεὶς ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον
  3. φθεγγόμενον ἄλλως κλαυσιᾷ.
Ἑρμῆς
  1. σέ τοι λέγω,
  2. ὁ Καρίων, ἀνάμεινον.
Καρίων
  1. οὗτος εἰπέ μοι,
  2. σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;
Ἑρμῆς
  1. μὰ Δίʼ ἀλλʼ ἔμελλον· εἶτʼ ἀνέῳξάς με φθάσας.
  2. ἀλλʼ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
  3. ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
  4. ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,
  5. ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.
Καρίων
  1. εἰπέ μοι,
  2. τί δʼ ἔστιν;