Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τὸ τί;
- αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ
- οὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν·
- νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.
- οἶδʼ οἶδα τὸν νοῦν· οὐκέτʼ ἀξιοῖς ἴσως
- εἶναι μετʼ αὐτῆς.
- ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς;
- οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ
- ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.
- ὅμως δʼ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους
- πίνειν, συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα.
- ἀλλʼ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.
- οὐκοῦν τρύγοιπος ταῦτα πάντʼ ἰάσεται.
- ἀλλʼ εἴσιθʼ εἴσω· τῷ θεῷ γὰρ βούλομαι
- ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδʼ οὓς ἔχω.
- ἐγὼ δέ γʼ αὐτῷ καὶ φράσαι τι βούλομαι.
- ἐγὼ δέ γʼ οὐκ εἴσειμι.
- θάρρει, μὴ φοβοῦ.
- οὐ γὰρ βιάσεται.
- πάνυ καλῶς τοίνυν λέγεις.