Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ.
Γραῦς
  1. ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,
  2. πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.
Νεανίας
  1. ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.
Χρεμύλος
  1. οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,
  2. εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
  3. ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.
Γραῦς
  1. γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.
Νεανίας
  1. πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
  2. ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.
Γραῦς
  1. μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ.
Χρεμύλος
  1. μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν.
  2. ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακα
  3. μισεῖν σε ταύτην.
Νεανίας
  1. ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ.
Χρεμύλος
  1. καὶ μὴν κατηγορεῖ γέ σου.
Νεανίας
  1. τί κατηγορεῖ;
Χρεμύλος
  1. εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτι
  2. πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Νεανίας
  1. ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.