Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.
- ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι.
- ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν;
- τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·
- μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.
- οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.
- ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,
- ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.
- ἆ ἆ,
- τὴν δᾷδα μή μοι πρόσφερʼ.
- εὖ μέντοι λέγει.
- ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ
- ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.
- βούλει διὰ χρόνου πρός με παῖσαι;
- ποῖ τάλαν;
- αὐτοῦ, λαβοῦσα κάρυα.
- παιδιὰν τίνα;
- πόσους ἔχεις ὀδόντας.
- ἀλλὰ γνώσομαι
- κἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.