Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- εὖ μέντοι λέγει.
- ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ
- ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.
- βούλει διὰ χρόνου πρός με παῖσαι;
- ποῖ τάλαν;
- αὐτοῦ, λαβοῦσα κάρυα.
- παιδιὰν τίνα;
- πόσους ἔχεις ὀδόντας.
- ἀλλὰ γνώσομαι
- κἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.
- ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ.
- ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,
- πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.
- ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.
- οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,
- εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
- ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.