Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν.
Χρεμύλος
  1. φαίνεται.
  2. στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται.
Νεανίας
  1. ἀσπάζομαί σε.
Γραῦς
  1. τί φησιν;
Νεανίας
  1. ἀρχαία φίλη,
  2. πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.
Γραῦς
  1. τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.
Χρεμύλος
  1. ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι.
Γραῦς
  1. ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν;
Χρεμύλος
  1. τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·
  2. μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.
Γραῦς
  1. οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.
Νεανίας
  1. ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,
  2. ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.
Γραῦς
  1. ἆ ἆ,
  2. τὴν δᾷδα μή μοι πρόσφερʼ.