Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.
- πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
- ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.
- μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ.
- μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν.
- ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακα
- μισεῖν σε ταύτην.
- ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ.
- καὶ μὴν κατηγορεῖ γέ σου.
- τί κατηγορεῖ;
- εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτι
- πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
- ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.
- τὸ τί;
- αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ
- οὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν·
- νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.