Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο
- γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
- ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,
- φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.
- τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.
- ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία
- τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν,
- ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν.
- οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
- ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.
- ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται.
- ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε.
- οὐκ ἀλλὰ κατασέσηπας, ὥς γʼ ἐμοὶ δοκεῖς.
- διὰ δακτυλίου μὲν οὖν ἔμεγʼ ἂν διελκύσαις.
- εἰ τυγχάνοι γʼ ὁ δακτύλιος ὢν τηλία.
- καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,
- οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω·